Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.229 Joseph. BJ 7.237 (English) >>Joseph. BJ 7.244

7.234Ἀντιόχῳ δʼ οὐδʼ ἐπὶ τῇ μάχῃ τοῦτον κεχωρηκυίᾳ τὸν τρόπον μένειν ἀνεκτὸν ἐδόκει, λαβὼν δὲ τὴν γυναῖκα καὶ τὰς θυγατέρας μετʼ ἐκείνων ἐποιεῖτο τὴν φυγὴν εἰς

-- --

Κιλικίαν, καὶ τοῦτο πράξας τὰ φρονήματα τῶν οἰκείων στρατιωτῶν κατέκλασεν· 7.235ὡς γὰρ κατεγνωσμένης ὑπʼ αὐτοῦ τῆς βασιλείας ἀπέστησαν καὶ πρὸς τοὺς Ῥωμαίους μετεβάλοντο, καὶ πάντων πρόδηλος ἦν ἀπόγνωσις. 7.236πρὶν οὖν τελέως ἐρημωθῆναι τῶν συμμάχων τοῖς περὶ τὸν Ἐπιφανῆ σώζειν αὑτοὺς ἐκ τῶν πολεμίων ἦν ἀναγκαῖον, καὶ γίνονται δέκα σύμπαντες ἱππεῖς οἱ μετʼ αὐτῶν τὸν Εὐφράτην διαβαλόντες, 7.237ἔνθεν ἤδη μετʼ ἀδείας πρὸς τὸν βασιλέα τῶν Πάρθων Βολογέσην κομισθέντες οὐχ ὡς φυγάδες ὑπερηφανήθησαν, ἀλλʼ ὡς ἔτι τὴν παλαιὰν ἔχοντες εὐδαιμονίαν πάσης τιμῆς ἠξιώθησαν. 7.238

Ἀντιόχῳ δʼ εἰς Ταρσὸν ἀφιγμένῳ τῆς Κιλικίας ἑκατοντάρχην Παῖτος ἐπιπέμψας δεδεμένον αὐτὸν εἰς Ῥώμην ἀπέστειλεν. 7.239Οὐεσπασιανὸς δʼ οὕτως οὐχ ὑπέμεινεν πρὸς αὐτὸν ἀναχθῆναι τὸν βασιλέα, τῆς παλαιᾶς ἀξιῶν φιλίας μᾶλλον αἰδῶ λαβεῖν διὰ τὴν τοῦ πολέμου πρόφασιν ἀπαραίτητον ὀργὴν διαφυλάττειν. 7.240κελεύει δὴ καθʼ ὁδὸν ἔτʼ ὄντος αὐτοῦ τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ παρέντα τὴν εἰς τὴν Ῥώμην ἄφιξιν τὸ νῦν ἐν Λακεδαίμονι διάγειν, δίδωσί τε μεγάλας αὐτῷ προσόδους χρημάτων, ὅπως μὴ μόνον ἄφθονον ἀλλὰ καὶ βασιλικὴν ἔχοι τὴν δίαιταν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.229 Joseph. BJ 7.237 (English) >>Joseph. BJ 7.244

Powered by PhiloLogic